Kamis, 12 Maret 2015

Greek Bible / Matthew / Chapter 1

1 Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ. 2 Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, 3 Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ, Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ, 4 Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών, 5 Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ ἐκ τῆς Ραχάβ, Βοὸζ δὲ ἐγέννησεν τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί, 6 Ἰεσσαὶ δὲ ἐγέννησεν τὸνΔαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ἐγέννησεν τὸνΣολομῶντα ἐκ τῆς τοῦ Οὐρίου, 7 Σολομὼν δὲ ἐγέννησεν τὸνΡοβοάμ, Ροβοὰμ δὲ ἐγέννησεν τὸνἈβιά, Ἀβιὰ δὲ ἐγέννησεν τὸνἈσά, 8 Ἀσὰ δὲ ἐγέννησεν τὸνἸωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸνἸωράμ, Ἰωρὰμ δὲ ἐγέννησεν τὸνὈζίαν, 9 Ὀζίας δὲ ἐγέννησεν τὸνἸωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησεν τὸνἈχαζ, Ἀχαζ δὲ ἐγέννησεν τὸνἙζεκίαν, 10 Ἑζεκίας δὲ ἐγέννησεν τὸνΜανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν τὸνἈμών, Ἀμὼν δὲ ἐγέννησεν τὸνἸωσίαν, 11 Ἰωσίας δὲ ἐγέννησεν τὸνἸεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. 12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸνΖοροβάβελ, 13 Ζοροβάβελ, δὲ ἐγέννησεν τὸνἈβιούδ, Ἀβιούδ δὲ ἐγέννησεν τὸνἘλιακείμ, Ἐλιακείμ δὲ ἐγέννησεν τὸνἈζώρ, 14 Ἀζώρ δὲ ἐγέννησεν τὸνΣαδώκ, Σαδώκ δὲ ἐγέννησεν τὸνἈχείμ, Ἀχείμ δὲ ἐγέννησεν τὸνἘλιούδ, 15Ἐλιούδ, δὲ ἐγέννησεν τὸνἘλεάζαρ, Ἐλεάζαρ, δὲ ἐγέννησεν τὸνΜατθάν, Ματθάν δὲ ἐγέννησεν τὸνἸακώβ, 16 Ἰακώβ δὲ ἐγέννησεν τὸνἸωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς λεγόμενος Χριστός. 17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. 18 Τοῦ δὲ Ἰησοῦ Χριστοῦ γένεσις οὕτως ἦν· μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. 19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. 20 ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ' ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυῒδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου· 21 τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. 22 Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· 23 Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ,ἐστιν μεθερμηνευόμενον Μεθ' ἡμῶν Θεός. 24 Διεγερθεὶς δὲ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, 25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱόν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.

Tidak ada komentar:

Posting Komentar